Psalms 84

1
LXX: Psa.83:1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κορε ψαλμός.
LXX: Psa.83:2
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων.
2
LXX: Psa.83:3
ἐπιποθεῖ καὶ ἐκλείπει ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, καρδία μου καὶ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα.
3
LXX: Psa.83:4
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, κύριε τῶν δυνάμεων, βασιλεύς μου. καὶ θεός μου
4
LXX: Psa.83:5
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα.
5
LXX: Psa.83:6
μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο
6
LXX: Psa.83:7
ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον, ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει νομοθετῶν.
7
LXX: Psa.83:8
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται θεὸς τῶν θεῶν ἐν Σιων.
8
LXX: Psa.83:9
κύριε θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι, θεὸς Ιακωβ. διάψαλμα.
9
LXX: Psa.83:10
ὑπερασπιστὰ ἡμῶν, ἰδέ, θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.
10
LXX: Psa.83:11
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν.
11
LXX: Psa.83:12
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος θεός, χάριν καὶ δόξαν δώσει· κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.
12
LXX: Psa.83:13
κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ἐλπίζων ἐπὶ σέ.
Copyright information for LXX